Ancient Greek · ~2 min
Book 1, Chapter 10
Achilles Tatius, τὰ κατὰ Λευκίππην καὶ Κλειτοφῶντα 1.10.4
Not analysed yet
Γυναῖκας μὲν γὰρ εὐφραίνει καὶ τὰ ῥήματα· παρθένος δὲ τοὺς μὲν ἔξωθεν ἀκροβολισμοὺς τῶν ἐραστῶν εἰς πεῖραν φέρει καὶ ἄφνω συντίθεται τοῖς νεύμασιν· ἐὰν δὲ αἰτήσῃς τὸ ἔργον προσελθών, ἐκπλήξεις αὐτῆς τὰ ὦτα τῇ φωνῇ, καὶ ἐρυθριᾷ καὶ μισεῖ τὸ ῥῆμα καὶ λοιδορεῖσθαι δοκεῖ κἂν ὑποσχέσθαι θέλῃ τὴν χάριν, αἰσχύνεται· τότε γὰρ πάσχειν νομίζει τὸ ἔργον, ὅτε τὴν πεῖραν ἐκ τῆς τῶν λόγων ἡδονῆς ἀκούει.