Ancient Greek · ~2 min
Book 1, Chapter 3
Achilles Tatius, τὰ κατὰ Λευκίππην καὶ Κλειτοφῶντα 1.3.1
Not analysed yet
Ὁ δ’ ἄρχεται τοῦ λέγειν ὧδε“ἐμοὶ Φοινίκη γένος, Τύρος πατρίς, ὄνομα Κλειτοφῶν, πατὴρ Ἱππίας, ἀδελφὸς πατρὸς Σώστρατος, οὐ πάντα δὲ ἀδελφός, ἀλλ’ ὅσον ἀμφοῖν εἷς πατήρ· αἱ γὰρ μητέρες τῷ μὲν ἦν Βυζαντία, τῷ δὲ ἐμῷ πατρὶ Τυρία. Ὁ μὲν οὖν τὸν πάντα χρόνον εἶχεν ἐν Βυζαντίῳ· πολὺς γὰρ ὁ τῆς μητρὸς κλῆρος ἦν αὐτῷ· ὁ δὲ ἐμὸς πατὴρ ἐν Τύρῳ κατῴκει.