Ancient Greek · ~2 min
Book 4, Chapter 5
Achilles Tatius, τὰ κατὰ Λευκίππην καὶ Κλειτοφῶντα 4.5.2
Not analysed yet
Γίνεται δὲ παρὰ τοῖς Ἕλλησιν ἄνθος Αἰθίοπος χρόας, ἔστι δὲ παρ’ Ἰνδοῖς οὐκ ἄνθος ἀλλὰ πέταλον, οἷα παρ’ ἡμῖν τὰ πέταλα τῶν φυτῶν, ὃ μὲν κλέπτει τὴν πνοὴν καὶ τὴν ὀδμὴν οὐκ ἐπιδείκνυται· ἢ γὰρ ἀλαζονεύεσθαι πρὸς τοὺς εἰδότας ὀκνεῖ ἢ τῆς ἡδονῆς τοῖς πολίταις φθονεῖ· ἂν δὲ τῆς γῆς μικρὸν ἐξοικήσῃ καὶ ὑπερβῇ τοὺς ὅρους, ἀνοίγει τῆς κλοπῆς τὴν ἡδονὴν καὶ ἄνθος ἀντὶ φύλλου γίνεται καὶ τὴν ὀδμὴν ἐνδύεται.