Ancient Greek · ~1 min
Book 4, Chapter 5
Achilles Tatius, τὰ κατὰ Λευκίππην καὶ Κλειτοφῶντα 4.5.3
Not analysed yet
Μέλαν τοῦτο ῥόδον Ἰνδῶν. Ἔστι δὲ τοῖς ἐλέφασι σιτίον, ὡς τοῖς βουσὶ παρ’ ἡμῖν ἡ πόα. Ἅτε οὖν ἐκ πρώτης γονῆς αὐτῷ τραφείς, ὄδωδέ τε πᾶς κατὰ τὴν τροφήν, καὶ τὸ πνεῦμα πέμπει κάτωθεν εὐωδέστατον ὃ τῆς πνοῆς αὐτῷ γέγονε πηγή.”