Ancient Greek · ~4 min
Book 4, Chapter 6
Achilles Tatius, τὰ κατὰ Λευκίππην καὶ Κλειτοφῶντα 4.6
Not analysed yet
Ἐπεὶ οὖν ἐκ τῶν λόγων ἀπηλλάγημεν τοῦ στρατηγοῦ, μικρὸν διαλιπὼν “ὅτι οὐ δύναταί τις τρωθεὶς ἀνέχεσθαι θλιβόμενος τῷ πυρὶ” τὸν Μενέλαον μεταπέμπεται καὶ τῆς χειρὸς λαβόμενος λέγει “ἀγαθὸν εἰς φιλίαν οἶδά σε ἐξ ὧν ἔπραξας εἰς Κλειτοφῶντα· κἀμὲ δὲ εὑρήσεις οὐ χείρονα. Δέομαι δὲ παρὰ σοῦ χάριτος σοὶ μὲν ῥᾳδίας, ἐμοὶ δὲ ἀνασώσεις τὴν ψυχήν, ἂν παράσχῃς. Λευκίππη με ἀπολώλεκε· σῶσον δὲ σύ. Ὀφείλεταί σοι παρ’ αὐτῆς ζωάγρια, μισθὸς δὲ σοὶ μὲν χρυσοῖ πεντήκοντα τῆς διακονίας, αὐτῇ δὲ ὅσους ἂν θέλῃ.” Λέγει οὖν ὁ Μενέλαος “τοὺς μὲν χρυσοῦς ἔχε καὶ φύλαττε τοῖς τὰς χάριτας πιπράσκουσιν· ἐγὼ δὲ φίλος ὢν πειράσομαι γενέσθαι σοι χρήσιμος.” Ταῦτα εἰπὼν ἔρχεται πρός με καὶ πάντα καταγορεύει. Ἐβουλευόμεθα οὖν τί δεῖ πράττειν. Ἔδοξε δὲ αὐτὸν ἀπατῆσαι· τὸ γὰρ ἀντιλέγειν οὐκ ἀκίνδυνον ἦν, μὴ καὶ βίαν προσαγάγῃ· τὸ δὲ φεύγειν ἀδύνατον, πάντη μὲν λῃστῶν περικεχυμένων, τοσούτων δὲ στρατιωτῶν ἀμφ’ αὐτὸν ὄντων.