Ancient Greek · ~3 min
Book 7, Chapter 12
Achilles Tatius, τὰ κατὰ Λευκίππην καὶ Κλειτοφῶντα 7.12.1
Not analysed yet
Ταῦτα λέγοντος τοῦ Θερσάνδρου καὶ διομνυμένου περὶ τοῦ Σωσθένους οὐκ εἰδέναι τί γέγονεν, ἔδοξε τῷ προέδρῳ τῶν δικαστῶν ʽἦν δὲ τοῦ βασιλικοῦ γένους καὶ τὰς μὲν φονικὰς ἐδίκαζε δίκας, κατὰ δὲ τὸν νόμον συμβούλους ἐκ τῶν γεραιτέρων εἶχεν, οὓς ἐπιγνώμονας ἐλάμβανε τῆς γνώσεωσ̓ ἔδοξεν οὖν αὐτῷ διασκοπήσαντι σὺν τοῖς παρέδροις αὐτοῦ θάνατον μὲν ἐμοῦ καταγνῶναι κατὰ τὸν νόμον, ὃς ἐκέλευσε τὸν αὑτοῦ κατειπόντα φόνον τεθνάναι, περὶ δὲ Μελίτης κρίσιν γενέσθαι δευτέραν ἐν ταῖς βασάνοις τῶν θεραπαινίδων, Θέρσανδρον δὲ ἐπομόσαι περὶ τοῦ Σωσθένους ἐν γράμμασιν, ἦ μὴν οὐκ εἰδέναι τί γέγονε, κἀμὲ δέ, ὡς ἤδη κατάδικον, βασανισθῆναι περὶ τοῦ Μελίτην τῷ φόνῳ συνεγνωκέναι.