Ancient Greek
Chapter 107
Acta Joannis, Acta Joannis (recenscio) 107
Not analysed yet
107 καὶ γίνεσθε χρηστοὶ καὶ οἴκτίρμονες, ἀλλήλους οἰκοδομοῦντες, ἀναστρεφόμενοι ἐν πάσῃ ἐγκρατείᾳ καὶ σεμνότητι. ταῦτα λέγω πρὸς ὑμᾶς ἀδελφοὶ ἤδη πρὸς τὸ προκείμενόν μοι ἔργον πορεύομαι· καὶ εἰ καὶ τῷ σώματι ἀπολειφθῶ ἀφʼ ὑμῶν, ἀλλὰ τῷ πνεύματι οὐκ ἀπολειφθήσομαι. ἔχετε τοῦ θεοῦ ἡμῶν τὰ ἐνέχυρα· ἔχετε τοὺς ἀρραβῶνας τῆς ἀγαθωσύνης αὐτοῦ· ἔχετε αὐτὸν ἐν μέσῳ ὑμῶν πάντοτε καλῶς πολιτευομένων ὑμῶν.