Ancient Greek
Chapter 106
Acta Joannis, Acta Joannis (recenscio) 106
Not analysed yet
106 Ὡς δὲ ἔγνω τὴν μετάστασιν αὐτοῦ δι᾿ ἀποκαλύψεως κυρίου, κυριακῆς ἡμέρας οὔσης συνὼν τοῖς ἀδελφοῖς μετὰ τὴν θείαν καὶ φρικτὴν μυσταγωγίαν καὶ τὴν κλάσιν τοῦ ἄρτου πάντων συνηγμένων ἑἶπεν· Ἐπειδὴ ὦ τεκνία μου ὁ χρόνος τῆς ζωῆς μου βραχὺς καὶ ὀλιγοστός ἐστιν καὶ μέλλω πρὸς τὸν κύριόν μου πορεύεσθα, στηρίζεσθε ἐν τῇ πίστει καὶ ἀγάπῃ τοῦ Κριστοῦ· καὶ ἃ εἴδετε παῤ ἐμοῦ ἐπιτελούμενα καὶ παρελάβετε μὴ ἐπιλάθεσθε, ἵνα κἀγὼ ἐν τῇ ἀναστάσει τοῦ κυρίου εἴπω· Ἰδοὺ ἐγὼ καὶ τὰ παιδία ἅ μοι ἔδωκεν ὁ θεός. Μνημονεύετε ὅσας δι᾿ ἐμοῦ ὑμῖν παρέσχεν ὁ θεὸς ἀντιλήψεις, χαρίσματα ἰαμάτων, κυβερνήσεις, γνώσεις, κοινωνίας, πίστεις, διδασκαλίας, δωρεὰς ἰαμάτων·