Ancient Greek
Chapter 57
Acta Joannis, Acta Joannis (recenscio) 57
Not analysed yet
57 Ταῦτα ἀκούσας ὁ πρεσβύτης καὶ ἰδὼν ὅτι οὐκ ἔλαθεν ἀλλὰ πάντα τὰ ἐν τῇ καρδίᾳ αὐτοῦ εἶπεν αὐτῷ ὁ ἀπόστολος τοῦ Χριστοῦ, πεσὼν ἐπὶ πρόσωπον ἐπὶ τὴν γῆν ἐβόα λέγων· Νῦν οἶδα ὅτι ὁ θεὸς οἰκεῖ ἐν σοὶ μακάριε Ἰωάννη· καὶ μακόριος ὅστις οὐκ ἐπείρασεν ἐν σοὶ τὸν θεόν· ὁ γὰρ σὲ πειράζων τὸν ἀπείραστον πειράζει. Παρεκάλει δὲ αὐτὸν εὔχεσθαι ὑπὲρ αὐτοῦ· καὶ κατηχήσας αὐτὸν καὶ δοὺς κανόνας ἀπέλυσεν εἰς τὸν οἶκον αὐτοῦ δοξάζων τὸν ἐπὶ πάντων θεόν. |