Ancient Greek · ~3 min
Chapter 42
Acta Joannis, Acta Joannis 42
Not analysed yet
42 Καὶ ἅμα τῷ λέγειν τὸν Ἰωάννην ταῦτα ἐξαπίνης ὁ βωμὸς τῆς Ἀρτέμιδος διέστη εἰς μέρη πολλά, καὶ τὰ ἐν τῷ ναῷ ἀνακείμενα ἄφνω πάντα εἰς ἔδαφος ἔπεσε, καὶ τὸ δόξαν αὐτῷ διερράγη, ὁμοίως καὶ τῶν ξοάνων πλεῖον τῶν ἑπτά· καὶ τὸ τοῦ ναοῦ ἥμισυ κατέπεσεν, ὡς καὶ τὸν ἱερέα κατερχομένου τοῦ στυμόνος μονόπληγα ἀναιρεθῆναι. ὁ οὖν ὄχλος Ἐφεσίων ἐβόα· Εἷς θεὸς Ἰωάννου, εἷς θεὸς ὁ ἐλεῶν ἡνᾶς. ὅτι σὺ μόνος θεός, νῦν ἐπεστρέψαμεν ὁρῶντές σου τὰ θαυμάσια· ἐλέησον ἡμᾶς ὁ θεὸς ὡς θέλεις, καὶ τῆς πολλῆς πλάνης ῥῦσαι ἡμάς. Καὶ οἳ μὲν αὐτῶν ἐπʼ ὄψιν κείμενοι ἐλιτάνευον· οἳ δὲ τὰ γόνατα κλίνοντες ἐδέοντο· οἳ δὲ τὰς ἐσθῆτας διαρρήξαντες ἔκλαον· οἳ δὲ φυγεῖν ἐπειρῶντο.