Ancient Greek · ~3 min
Chapter 43
Acta Joannis, Acta Joannis 43
Not analysed yet
43 Ὁ δὲ Ἰωάννης ἀνατείνας αὐτοῦ τὰς χεῖρας ἐπαρθεὶς τὴν ψυχὴν εἶπε πρὸς τὸν κύριον· Δόξα σοι Ἰησοῦ μου ὁ τῆς ἀληθείας μόνος θεός, ὅτι σὺ τοὺς σοὺς δούλους τέχνῃ ἀπολαμβάνεις ποικίλῃ. Καὶ τοῦτο εἰπὼν εἶπε πρὸς τὸν ὄχλον· Ἀνάστητε ἀπὸ τοῦ ἐδάφους ἄνδρες Ἐφέσοι, καὶ εὔξασθε τῷ θεῷ μου, καὶ γνῶτε αὐτοῦ τὴν ἀφανῆ δύναμιν εἰς τὸ φανερὸν ὁρωμένην καὶ τὰ θαυμαστά ἔργα παῤ ὀφθαλμοῖς ὑμῶν γινόμενα. ἔδει τὴν Ἄρτεμιν βοηθῆσαι αὐτήν· ἔδει τὸν ταύτης δοῦλον βοηθηθῆναι παῤ αὐτῆς καὶ μὴ ἀποθανεῖν. ποῦ ἡ δύναμις τῆς δαίμονος; ποῦ αἱ θυσίαι; ποῦ αἱ γενίθλιαι ἡμέραι; ποῦ αἱ ἑορταί; ποῦ τὰ στεφανώματα; ποῦ ἡ πολλὴ μαγεία καὶ ἡ ταύτῃ ἀδελφὴ φαρνακεία;