Ancient Greek · ~3 min
1.38 to 1.39
Acta Philippi, Πράξεις τοῦ ἁγίου καὶ πανευφήμου ἀποστόλου Φιλίππου 1.38-39
Not analysed yet
(2) Ὡς οὖν ταῦτα ἔλεγον, κατέλαβεν ἡ ἐσπέρα, καὶ πάντες ἐπορεύοντο εἰς τοὺς οἴκους αὐτῶν. ὁ οὖν Φίλιππος ἐζήτησεν οἶκον καταπαύσεως, καὶ μικρὸν ἀποστὰς τοῦ τόπου οὗ ἦν ἑστηκὼς ἦλθεν εἰς οἰκητήριον ἐν ᾧ ὑπῆρχον ἀποθῆκαι ὑπομνηματογράφου τινὸς Νικοκλείδους ὀνόματι, φίλου τοῦ βασιλέως, ἐν αἷς καὶ κατέλυον ξένοι πλείονες. (3) Ὁ δὲ Φίλιππος εἰσελθὼν ἔστη ἐν μιᾷ γωνίᾳ τοῦ οἴκου εἰς προσευχήν, λέγων μετὰ μικρᾶς φωνῆς· Κύριέ μου Ἰησοῦ Χριστέ, γενηθήτω σου τὸ θέλημα καὶ ἐν τῷ τόπῳ τούτῳ, καὶ δώρησαι πᾶσι τοῖς πιστεύουσι τῷ σῷ ὀνόματι ῥῶσιν ψυχῆς καὶ ἴασιν σώματος· σὺ γὰρ γινώσκεις τὴν ἀσθένειαν τῆς ἀνθρωπίνης φύσεως ὡς ποιήσας αὐτήν.