Ancient Greek · ~3 min
Edition urn:cts:greekLit:tlg2948.tlg001.1st1K-grc1
Acta Philippi, Πράξεις τοῦ ἁγίου καὶ πανευφήμου ἀποστόλου Φιλίππου 1.Πρᾶξις θ´ περὶ τοῦ ἀναιρεθέντος δράκοντος.
Not analysed yet
(1) Ἐγένετο δὲ τῶν ἀποστόλων συμπορευομένων μετ᾽ ἀλλήλων, τοῦ τε Φιλίππου καὶ τοῦ Βαρθολομαίου καὶ τῆς Μαριάμνης καὶ τοῦ λεοπάρδου καὶ τοῦ ἐρίφου, ἐπορεύθησαν ὁδὸν ἡμερῶν πέντε, καὶ μετὰ τὰς ἐν μεσονυκτίῳ προσευχὰς πρωΐας κατὰ τὴν ὁδὸν γενομένης ἰδοὺ ἐξαίφνης ἔπνευσεν ἄνεμος μέγας καὶ γνοφώδης, καὶ ἀπ᾽ αὐτοῦ τοῦ γνόφου ἐπέδραμεν ἐπὶ τοὺς δούλους τοῦ θεοῦ γνοφώδης δράκων μέγιστος, τὸν νῶτον ἔχων μεμελανωμένον, ἡ δὲ κοιλία αὐτοῦ ἄνθρακες χαλκοῦ ὄντες ἐν σπινθηρισμοῖς πυρός, τὸ σῶμα αὐτοῦ ἐκ τεταμένον ὑπὲρ πήχοις ρ´ · καὶ ἠκολούθει αὐτῷ πλῆθος ὄφεων καὶ πλῆθος ἐκγόνων τῶν ὄφεων· καὶ ἐκ πολλοῦ διαστήματος ὅλος ὁ τῆς ἐρημίας τόπος ἐσαλεύετο.