Ancient Greek · ~2 min
Edition urn:cts:greekLit:tlg2948.tlg001.1st1K-grc1
Acta Philippi, Πράξεις τοῦ ἁγίου καὶ πανευφήμου ἀποστόλου Φιλίππου 1.101
Not analysed yet
(8) Μετὰ δὲ τοὺς λόγους τούτους πεσόντες εἰς τὴν γῆν ἐπὶ πρόσωπον ὅ τε λεόπαρδος καὶ ὁ ἔριφος προσεκύνησαν τῷ Φιλίππῳ καὶ τῷ Βαρθολομαίῳ καὶ τῇ Μαριάμνῃ· καὶ ἐν αὐτῇ τῇ ὥρᾳ ἐδόξασαν τὸν θεὸν οἱ ἀπόστολοι καὶ προσέταξαν ἵνα ὁ ἔριφος καὶ ὁ λεόπαρδος συμπορευθῶσι μετ᾽ αὐτῶν καὶ φθάσωσιν εἰς τὴν πόλιν ὅπου ἀπέρχονται καθὼς ἀπεκάλυψεν αὐτοῖς ὁ σωτήρ· καὶ ἐπορεύθησαν ἅμα αἰνοῦντες καὶ δοξάζοντες τὸν θεόν. ἀμήν.