Ancient Greek · ~2 min
Edition urn:cts:greekLit:tlg2948.tlg001.1st1K-grc1
Acta Philippi, Πράξεις τοῦ ἁγίου καὶ πανευφήμου ἀποστόλου Φιλίππου 1.103
Not analysed yet
(2) Ἰδὼν οὖν ὁ Φίλιππος λέγει τῷ Βαρθολομαίῳ καὶ τῇ Μαριάμνῃ· Ἄρτι χρεία ἡμῖν βοηθείας τῆς παρὰ τοῦ σωτῆρος· μνημονεύσωμεν τοῦ ῥήματος τοῦ Χριστοῦ ὃς ἐξαπέστειλεν ἡμᾶς καὶ εἶπεν· Μηδὲν φοβηθῆτε, μήτε διωγμόν, μήτε τοὺς ὄφεις τῆς χώρας ἐκείνης, μήτε τὸν ζοφερὸν δράκοντα. Στῶμεν οὖν ὥσπερ στῦλοι ἐστηριγμένοι ἐνώπιον τοῦ θεοῦ, καὶ καταργηθήσεται πᾶσα ἡ τοῦ ἐχθροῦ δύναμις, καὶ πεσεῖται ἡ ἀπειλὴ αὐτοῦ. εὐξώμεθα οὖν καὶ ῥαντίσωμεν ἐν τῷ ποτηρίῳ τὸν ἀέρα, καὶ ἠρεμήσει οὗτος ὁ ζοφερός, καὶ ὁ καπνὸς κατασταθήσεται.