Ancient Greek · ~2 min
Edition urn:cts:greekLit:tlg2948.tlg001.1st1K-grc1
Acta Philippi, Πράξεις τοῦ ἁγίου καὶ πανευφήμου ἀποστόλου Φιλίππου 1.106
Not analysed yet
(5) Καὶ εὐθέως ἐγένετο ὡς ἀστραπὴ πυρός, καὶ κατετύφλωσε τὸν δράκοντα καὶ τοὺς ἐν αὐτῷ θῆρας. ἐξηράνθη δὲ παραχρῆμα καὶ ὁ δράκων καὶ οἱ ὄφεις, καὶ αἱ τοῦ φωτὸς ἀκτῖνες ἦλθον εἰς τὰς ὀπὰς τῶν φωλεῶν καὶ συνέτριψαν τὰ ᾠὰ τῶν ὄφεων. οἱ δὲ ἀπόστολοι συνεκάλυψαν τοὺς ὀφθαλμούς, μὴ δυνηθέντες ἀντιβλέψαι εἰς τὸ θαῦμα τὸ φανὲν τῆς ἀστραπῆς. καὶ οὕτως διῆλθον ἀβλαβεῖς τὴν ἑαυτῶν ὁδὸν πορευθέντες, αἰνοῦντες τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστόν. ἀμήν.