Ancient Greek · ~2 min
Edition urn:cts:greekLit:tlg2948.tlg001.1st1K-grc1
Acta Philippi, Πράξεις τοῦ ἁγίου καὶ πανευφήμου ἀποστόλου Φιλίππου 1.100
Not analysed yet
(7) Ἐν αὐτῇ δὲ τῇ ὥρᾳ ἀναστάντα τὰ ζῷα, ὅ τε λεόπαρδος καὶ ὁ ἔριφος, ἐπῆραν τοὺς ἐμπροσθίους πόδας, καὶ ἐδόξασαν τὸν θεόν, καὶ εἶπον ἀνθρωπίνῃ φωνῇ· Δοξάζομεν καὶ εὐλογοῦμέν σε, ὁ ἐπισκεψάμενος ἡμᾶς καὶ μνησθεὶς ἡμῶν ἐν τῇ ἐρήμῳ ταύτῃ καὶ τὴν φύσιν ἡμῶν τὴν θηριώδη καὶ ἀγρίαν μετενέγκας εἰς ἡμερότητα, καὶ ἐχαρίσω ἡμῖν τὸν θεῖον λόγον, καὶ ἔθηκας ἐν ἡμῖν γλῶσσαν καὶ νόημα τοῦ εἰπεῖν καὶ ὁμολογῆσαι τὸ ὄνομά σου, ὅτι μεγάλη ἐστὶν ἡ δόξα σου.