Ancient Greek · ~3 min
Edition urn:cts:greekLit:tlg2948.tlg001.1st1K-grc1
Acta Philippi, Πράξεις τοῦ ἁγίου καὶ πανευφήμου ἀποστόλου Φιλίππου 1.99
Not analysed yet
(6) Λέγει οὖν ὁ Φίλιππος καὶ ὁ Βαρθολομαῖος· Ἰδοὺ ἐγνώκαμεν ἀληθῶς ὅτι οὐκ ἔστιν ὑπερβαίνων τις τὴν σὴν εὐσπλαγχνίαν φιλάνθρωπε Ἰησοῦ· προλαμβάνεις γὰρ ἡμᾶς καὶ διελέγχεις διὰ τούτων τῶν ζῴων ἵνα μᾶλλον πιστεύσωμεν καὶ πληρώσωμεν σπουδῇ τὸ παρατεθὲν ἡμῖν. νῦν οὖν κύριε Ἰησοῦ Χριστὲ ἐλθὲ καὶ παράσχου ζωὴν καὶ πνοὴν καὶ σύστασιν βεβαίαν εἰς τὰ ζῷα ταῦτα, ἵνα καταλείψωσι μὲν τὴν θηριώδη φύσιν καὶ τὴν κτηνώδη, ἔλθωσι δὲ εἰς ἡμερότητα, καὶ μηκέτι φάγωσι σάρκας, μηδὲ ὁ ἔριφος τροφὴν κτηνῶν· καρδία δὲ ἀνθρωπίνη γενέσθω ἐν αὐτοῖς, καὶ ἀκολουθήσουσιν ἡμῖν ὅπου ἂν πορευώμεθα, ἐσθίοντα ἅπερ ἡμεῖς ἐν τῇ δόξῃ σου, καὶ ἵνα λαλῶσιν ὁμοιότητα ἀνθρώπων, δοξάζοντα τὸ ὄνομά σου.