Ancient Greek · ~2 min
Edition urn:cts:greekLit:tlg2948.tlg001.1st1K-grc1
Acta Philippi, Πράξεις τοῦ ἁγίου καὶ πανευφήμου ἀποστόλου Φιλίππου 1.104
Not analysed yet
(3) Λαβόντες οὖν τὸ ἑαυτῶν ποτήριον ἐπηύξαντο οὕτως Σὺ εἶ ὁ δροσίζων πᾶσαν πυρὰν καὶ χαλινῶν σκότος καὶ βάλλων χαλινὸν εἰς τὸ στόμα τοῦ δράκοντος, ὁ καταργήσας αὐτοῦ τὴν ὀργήν, ὁ ἀποστρέψας εἰς τὰ ὀπίσω τὴν πονηρίαν τοῦ ἀλλοτρίου καὶ καταποντίσας αὐτὸν ἐν τῷ ἰδίῳ πυρί, ὁ κλείσας τὸν φωλεὸν αὐτοῦ καὶ ἀσφαλισάμενος τὰς ἐκβάσεις αὐτοῦ καὶ κολαφίζων τὴν ὑπερηφανίαν αὐτοῦ· ἐλθὲ μεθ᾽ ἡμῶν ἐν τῇ ἐρημίᾳ ταύτῃ· τρέχομεν γὰρ διὰ τὸ θέλημά σου καὶ διὰ τὸ σὸν πρόσταγμα.