Ancient Greek · ~1 min
Edition urn:cts:greekLit:tlg2948.tlg001.1st1K-grc1
Acta Philippi, Πράξεις τοῦ ἁγίου καὶ πανευφήμου ἀποστόλου Φιλίππου 1.105
Not analysed yet
(4) Καὶ στραφεὶς ὁ Φίλιππος λέγει τῷ Βαρθολομαίῳ καὶ τῇ Μαριάμνῃ· Νῦν ἀναστάντες ἐπάρατε τὰς χεῖρας μετὰ τοῦ ποτηρίου τοῦ κρατουμένου ὑφ᾽ ὑμῶν, καὶ ῥαντίσατε ἐπὶ τὸν ἀέρα τὸ σημεῖον τοῦ σταυροῦ, καὶ ἴδητε τὴν δόξαν τοῦ δυνατοῦ.