Ancient Greek · ~2 min
Edition urn:cts:greekLit:tlg2948.tlg001.1st1K-grc1
Acta Philippi, Πράξεις τοῦ ἁγίου καὶ πανευφήμου ἀποστόλου Φιλίππου 1.112
Not analysed yet
(6) διὸ ὑμεῖς οἱ θέλοντες πρὸς ἡμᾶς, μᾶλλον δὲ ὅτι ὁ θεὸς παρεγένετο δι᾽ ἡμῶν πρὸς ὑμᾶς ὡς πατὴρ πρὸς ἴδια τέκνα, θέλων ὑμᾶς ἐλεῆσαι καὶ ῥύσασθαι ὑμᾶς ἀπὸ τῆς πονηρᾶς παγίδος τοῦ ἐχθροῦ, φύγετε τὰς τοῦ ἐχθροῦ κακὰς ἐπιθυμίας καὶ τελείως ἐκβάλετε αὐτὰς ἐκ τοῦ νοὸς ὑμῶν, μισήσαντες φανερῶς τὸν πατέρα τῶν κακῶν, ἀγαπήσαντες δὲ Ἰησοῦν, ὅς ἐστιν φῶς καὶ ζωὴ καὶ ἀλήθεια καὶ σωτὴρ πάντων τῶν αὐτὸν ποθούντων. πρὸς αὐτὸν οὖν προσδραμόντες κρατήσατε αὐτὸν ἐν τῇ ἀγάπῃ, ἵνα ἀναγάγῃ ὑμᾶς ἐκ τοῦ λάκκου τῶν κακῶν, καὶ καθαρίσας στήσῃ ὑμᾶς ἀμώμους ζῶντας ἐν ἀληθείᾳ ἔμπροσθεν τοῦ πατρὸς αὐτοῦ.