Ancient Greek · ~2 min
Edition urn:cts:greekLit:tlg2948.tlg001.1st1K-grc1
Acta Philippi, Πράξεις τοῦ ἁγίου καὶ πανευφήμου ἀποστόλου Φιλίππου 1.113
Not analysed yet
(7) Ταῦτα δὲ πάντα ἔλεγεν ὁ Φίλιππος πρὸς τὰ συνελθόντα πλήθη διὰ τὸ ἐκ παλαιῶν τῶν χρόνων σέβειν αὐτοὺς τοὺς ὄφεις καὶ τὴν ἔχιδναν, ὧν καὶ εἰκόνας στήσαντες προσεκύνουν· διὸ καὶ Ὀφιορύμην ἐκάλουν τὴν Ἱεράπολιν. τούτῶν δὲ λεγομένων ὑπὸ τοῦ Φιλίππου, συμπαρόντων αὐτῷ Βαρθολομαίου καὶ Μαριάμνης καὶ τῶν μαθητῶν αὐτοῦ καὶ τοῦ Στάχυος, ἐπηκροᾶτο πᾶς ὁ λαός, καὶ πολὺ πλῆθος ἐξ αὐτῶν ἀποφυγόντες ἀπὸ τοῦ ἐχθροῦ ἐπέστρεψαν ἐπὶ τὸν κύριον καὶ προσετέθησαν τῷ Φιλίππῳ καὶ τοῖς περὶ αὐτόν. οἱ δὲ πιστοὶ πλεῖον ἐστηρίχθησαν ἐν τῇ ἀγάπῃ τοῦ Χριστοῦ.