Ancient Greek · ~3 min
Edition urn:cts:greekLit:tlg2948.tlg001.1st1K-grc1
Acta Philippi, Πράξεις τοῦ ἁγίου καὶ πανευφήμου ἀποστόλου Φιλίππου 1.124
Not analysed yet
(18) Ἀκούσας δὲ ταῦτα ὁ ἀνθύπατος πλεῖον ἐξεκαύθη τῷ θυμῷ, ὀργῆς τε καὶ ἀπειλῆς ἐπληρώθη, καὶ ἦν ὀργιζόμενος σφόδρα καὶ λέγων πρὸς τοὺς ἱερεῖς· Τί ὅτι τὴν ἐμὴν ἐμάγευσαν γυναῖκα; καὶ ἐκεῖθέν μοι ξένα ῥήματα ὁμιλεῖ, καὶ διὰ πάσης νυκτὸς εὐχομένη ξενοφωνεῖται φωτὶ καταλαμπομένη, καὶ ἀναστενάζουσα λέγει· Ἦλθέν μοι τὸ ἀληθινὸν φῶς Ἰησοῦς. Κἀγὼ δὲ ἀπὸ τοῦ ἐμοῦ κοιτῶνος ἐξελθὼν ἠθέλησα διὰ τῆς θυρίδος κατοπτεῦσαι καὶ ἰδεῖν ὅνπερ ἔλεγεν φῶς Ἰησοῦν· καὶ ὥσπερ ἀστραπὴ προσαπήντησέν μοι, ὥστε με παρ᾽ ὀλίγον ἀποτυφλωθῆναι· καὶ ἐξ ἐκείνου λοιπὸν τὴν γυναῖκά μου φοβοῦμαι διὰ τὸν φωτεινὸν αὐτῆς Ἰησοῦν. εἴπατέ μοι ἱερεῖς τί πράξω. Οἳ δὲ εἶπον· Ἀνθύπατε, τάχα οὐκ ἐσμὲν ἱερεῖς· ἀφ᾽ οὗ γὰρ συνέκλεισας αὐτούς, εὐχομένων αὐτῶν οὐ μόνον τὸ ἱερὸν ἐκ θεμελίων ἐσαλεύθη ἀλλὰ τάχα καὶ συμπίπτει.