Ancient Greek · ~4 min
Edition urn:cts:greekLit:tlg2948.tlg001.1st1K-grc1
Acta Philippi, Πράξεις τοῦ ἁγίου καὶ πανευφήμου ἀποστόλου Φιλίππου 1.125
Not analysed yet
(19) Τότε προσέταξεν ὁ ἀνθύπατος ἐξαγαγεῖν αὐτοὺς ἐκ τοῦ ἱεροῦ τοὺς περὶ τὸν Φίλιππον καὶ ἀναγαγεῖν ἐπὶ τοῦ βήματος, εἰπὼν τοῖς δημίοις· Ἀποδύσαντες τὸν Φίλιππον διερευνήσατε μή πως εὕρητε αὐτῶν τὰς μαγείας. Ἀπέδυσαν οὖν πρῶτον τὸν Φίλιππον, εἶτα τὸν Βαρθολομαῖον· ἧλθον δὲ καὶ ἐπὶ τὴν Μαριάμνην, καὶ σύροντες αὐτὴν ἔλεγον· Γυμνώσωμεν αὐτήν, ἵνα πάντες ἴδωσιν αὐτὴν ὅτι γυνὴ οὖσα πῶς ἀνδράσιν ἐπακολουθεῖ· αὐτὴ γὰρ μάλιστα πάσας τὰς γυναῖκας ἀπατᾷ. Καὶ λέγει ὁ τύραννος πρὸς τοὺς ἱερεῖς· Κηρύξατε ἐν τῇ πόλει κύκλῳ ἵνα ἔλθωσιν πάντες ἄνδρες τε καὶ γυναῖκες, ὅπως ἴδωσιν τὴν ἀσχημοσύνην αὐτῆς, ὅτι συμπορευεται μετὰ τῶν, μάγων τούτων, καὶ πάντως ὅτι μοιχεύεται ὑπ᾽ αὐτῶν. Ἐκέλευσεν δὲ κρεμασθῆναι τὸν Φίλιππον καὶ τὰ σφυρὰ αὐτοῦ διατρηθῆναι, κομίσαι δὲ κόρακας σιδηροῦς καὶ τὰς πτέρνας αὐτοῦ διαπαρῆναι, καὶ κρεμασθῆναι κατὰ κεφαλῆς ἀπέναντι τοῦ ἱεροῦ ἐπί τινος δένδρου· καὶ τὸν Βαρθολομαῖον ἐκτείναντες ἀπέναντι τοῦ Φιλίππου ἐπερόνησαν τὰς χεῖρας αὐτοῦ ἐν τῷ τοίχῳ τῆς πύλης τοῦ ἱεροῦ.