Ancient Greek · ~2 min
Edition urn:cts:greekLit:tlg2948.tlg001.1st1K-grc1
Acta Philippi, Πράξεις τοῦ ἁγίου καὶ πανευφήμου ἀποστόλου Φιλίππου 1.126
Not analysed yet
(20) Ἐμειδίασαν δὲ ἀμφότεροι ὁρῶντες ἀλλήλους ὅ τε Φίλιππος καὶ ὁ Βαρθολομαῖος· ἦσαν γὰρ ὡς οὐ βασανιζόμενοι· αἱ γὰρ κολάσεις αὐτῶν ἦσαν βραβεῖα καὶ στέφανοι. ὅτε δὲ καὶ τὴν Μαριάμνην ἀπέδυσαν, ἰδοὺ εὐθέως ἠλλάγη ἡ ὁμοίωσις τοῦ σώματος αὐτῆς ἐνώπιον πάντων, καὶ εὐθέως ἐγένετο περὶ αὐτὴν νεφέλη πυρὸς ἔμπροσθεν πάντων, καὶ οὐκ ἠδυνήθησαν ἔτι ἐμβλέψαι τὸ σύνολον εἰς τὸν τόπον ἐν ᾠ ἐτύγχανεν ἡ ἁγία Μαριάμνη, ἀλλ᾽ ἔφυγον ἄπαντες ἀπ᾽ αὐτῆς.