Ancient Greek · ~2 min
Edition urn:cts:greekLit:tlg2948.tlg001.1st1K-grc1
Acta Philippi, Πράξεις τοῦ ἁγίου καὶ πανευφήμου ἀποστόλου Φιλίππου 1.127
Not analysed yet
(21) Ἐλάλησεν δὲ ὁ Φίλιππος μετὰ Βαρθολομαίου ἐν τῇ ἑβραΐδι διαλέτῳ λέγων· Ποῦ ὁ ἀδελφὸς ἡμῶν Ἰωάννης; ἰδοὺ γὰρ ἐγὼ ἀπολύομαι ἀπὸ τοῦ σώματος, καὶ τίς ὁ εὐξάμενος περὶ ἡμῶν; ὅτι καὶ εἰς τὴν ἀδελφὴν ἡμῶν Μαριάμνην ἐπεχείρησαν παρὰ τὸ καθῆκον· καὶ ἰδοὺ πῦρ ἔρριψαν εἰς τὴν οἰκίαν τοῦ Στάχυος, λέγοντες ὅτι Καύσωμεν αὐτήν, ἐπειδὴ ὑπεδέξατο αὐτούς. Θέλεις οὖν Βαρθολομαῖε εἴπωμεν πῦρ ἐλθεῖν ἀπ᾽ οὐρανοῦ καὶ κατακαύσωμεν αὐτούς;