Ancient Greek · ~2 min
Edition urn:cts:greekLit:tlg2948.tlg001.1st1K-grc1
Acta Philippi, Πράξεις τοῦ ἁγίου καὶ πανευφήμου ἀποστόλου Φιλίππου 1.128
Not analysed yet
(22) Ὡς δὲ ταῦτα ἦν λέγων ὁ Φίλιππος, καὶ ἰδου Ἰωάννης εἰσῆλθεν εἰς τὴν πόλιν ὡς συμπολίτης αὐτῶν· καὶ διακινῶν ἐν τῇ πλατείᾳ ἠρώτησεν· Τίνες οὗτοι οἱ ἄνθρωποι, καὶ διὰ τί τιμωροῦνται; Οἳ δὲ λέγουσιν αὐτῷ· Μὴ οὐκ εἶ ἐκ τῆς πόλεως ἡμῶν, καὶ ἐρωτᾷς περὶ τῶν ἀνθρώπων τούτων; οἵτινες πολλοὺς ἠδίκησαν, ἔκλεισαν δὲ καὶ τοὺς θεοὺς ἡμῶν, καὶ ἐν τῆ μαγεῖᾳ αὐτῶν ἀνεῖλον καὶ τοὺς ὄφεις καὶ τοὺς δράκοντας· πολλοὺς δὲ καὶ νεκροὺς ἤγειραν, οἵτινες κατέπληξαν ἡμᾶς πολλὰς κολάσεις ἐξηγούμενοι. θέλουσιν δὲ καὶ κρεμάμενοι οὗτοι οἱ ξένοι πῦρ αἰτῆσαι ἐξ οὐρανοῦ καὶ κατακαῦσαι ἡμᾶς καὶ τὴν πόλιν ἡμῶν.