Ancient Greek · ~2 min
Edition urn:cts:greekLit:tlg2948.tlg001.1st1K-grc1
Acta Philippi, Πράξεις τοῦ ἁγίου καὶ πανευφήμου ἀποστόλου Φιλίππου 1.129
Not analysed yet
(23) Εἶτα λέγει ὁ Ἰωάννης· Ἀπέλθωμεν καὶ ὑποδείξατέ μοι αὐτούς. Ἤγαγον οὖν τὸν Ἰωάννην ὡς συμπολίτην αὐτῶν ὅπου ὁ Φίλιππος ἦν· καὶ ἦν ἐκεῖ πλῆθος ὄχλου καὶ ὁ ἀνθύπατος καὶ οἱ ἱερεῖς. καὶ ἰδὼν ὁ Φίλιππος τὸν Ἰωάνην εἶπεν τῷ Βαρθολομαίῳ ἑβραϊστί· Ἀδελφέ, ὁ Ἰωάννης ἦλθεν ὁ εἰς Βαρέκ, ὅπου ἐστὶν τὸ ὕδωρ τὸ ζῶν. Καὶ ὁ Ἰωάννης εἶδεν τὸν Φίλιππον κατὰ κεφαλῆς κρεμάμενον τῶν σφυρῶν καὶ τῶν πτερνῶν· εἶδεν δὲ καὶ τὸν Βαρθολομαῖον ἐκτεταμένον εἰς τὸν τοῖχον τοῦ ἱεροῦ, καὶ εἶπεν αὐτοῖς· Τὸ μυστήριον τοῦ κρεμασθέντος ἐν μέσῳ τοῦ οὐρανοῦ καὶ τῆς γῆς ἔσται μεθ᾽ ὑμῶν.