Ancient Greek · ~4 min
Edition urn:cts:greekLit:tlg2948.tlg001.1st1K-grc1
Acta Philippi, Πράξεις τοῦ ἁγίου καὶ πανευφήμου ἀποστόλου Φιλίππου 1.130
Not analysed yet
(24) Εἶπεν δὲ καὶ τοῖς ἀνθρώποις τῆς πόλεως ἐκείνης· Ἄνθρωποι οἱ τὴν Ὀφιορύμην Ἱεράπολιν κατοικοῦντες, πολλή ἐστιν ἡ ἄγνοια ἡ οὖσα μεθ᾽ ὑμῶν. ἐπλανήθητε ἐν τῇ ὁδῷ τῆς πλάνης· πνέων ἔπνευσεν εἰς ὑμᾶς ὁ δράκων καὶ ἐτύφλωσεν ὑμᾶς κατὰ τρεῖς τρόπους, τοῦτ᾽ ἔστιν, ἐποίησεν ὑμᾶς τυφλοὺς τῷ σώματι καὶ τυφλοὺς τῇ ψυχῇ καὶ τυφλοὺς τῷ πνεύματι, καὶ ἐπλήγητε ὑπὸ τοῦ ὀλοθρευτοῦ. ἐμβλέψατε εἰς πᾶσαν τὴν κτίσιν εἴτε ἐν τῇ γῇ εἴτε ἐν τῷ οὐρανῷ εἴτε ἐν τοῖς ὕδασιν, ὅτι ὁ ὄφις οὐκ ἔχει ὁμοίωμα ἐν οὐδενὶ ἀνθρώπου· ἀλλὰ γένος ἐστὶν φθορᾶς καὶ κατηργήθη ὑπὸ τοῦ θεοῦ, καὶ διὰ τοῦτο εἰλικτός ἐστιν καὶ σκολιός, καὶ οὐδεμία ζωή ἐστιν ἐν αὐτῷ, θυμὸς δὲ καὶ ὀργὴ καὶ σκότος καὶ πῦρ καὶ καπνὸς ὑπάρχει ἐν τοῖς μέλεσιν αὐτοῦ. νῦν οὖν διὰ τί τιμωρεῖτε τοὺς ἀνθρώπους τούτους; ὅτι εἰρήκασιν ὑμῖν ὅτι ἐχθρὸς ὑμῶν ἐστιν ὁ ὄφις;