Ancient Greek · ~3 min
Edition urn:cts:greekLit:tlg2948.tlg001.1st1K-grc1
Acta Philippi, Πράξεις τοῦ ἁγίου καὶ πανευφήμου ἀποστόλου Φιλίππου 1.139
Not analysed yet
(33) Ὁ δὲ Φίλιππος ἔτι κρεμάμενος προσεφώνησεν αὐτοῖς καὶ εἶπεν· Ἀκούσατε καὶ μάθετε πόσαι εἰσὶν αἱ δυνάμεις τοῦ θεοῦ μου, ἀναμιμνησκόμενοι ἅπερ κάτω εἴδετε, καὶ πῶς ἡ πόλις ὑμῶν κατεστράφη, πλὴν τῆς οἰκίας τοῦ εἰσδεξαμένου με· καὶ νῦν ἡ γλυκύτης τοῦ θεοῦ μου ἀνήγαγεν ὑμᾶς ἐκ τῆς ἀβύσσου, κἀγὼ ὀφειλέτης εἰμὶ τεσσαράκοντα ἡμέρας κύκλῳ τοῦ παραδείσου περισκοπεύων δι᾽ ὑμᾶς, ὅτι ὠργίσθην ὑμῖν εἰς ἀνταπόδοσιν· καὶ ταύτην μόνην τὴν ἐντολὴν οὐκ ἐφύλαξα, ὅτι οὐκ ἔδωκα ὑμῖν ἀντάλλαγμα τοῦ κακοῦ τὸ ἀγαθόν. ἀλλὰ λέγω ὑμῖν, ἀπὸ τοῦ νῦν ἐν τῇ ἀγαθότητι τοῦ θεοῦ ἀποβάλετε τὴν κακίαν, ὅπως ἄξιοι γένησθε τῆς τοῦ κυρίου εὐχαριστίας.