Ancient Greek · ~6 min
Edition urn:cts:greekLit:tlg2948.tlg001.1st1K-grc1
Acta Philippi, Πράξεις τοῦ ἁγίου καὶ πανευφήμου ἀποστόλου Φιλίππου 1.140
Not analysed yet
(34) Τινὲς δὲ τῶν πιστῶν προσέδραμον ἵνα καθέλωσιν τὸν Φίλιππον καὶ ἀροῦσιν ἀπ᾽ αὐτοῦ τοὺς σιδηροῦς κόρακας καὶ τοὺς ὀγκίνους ἐκ τῶν σφυρῶν. ὁ δὲ Φίλιππος εἶπεν· Μὴ τεκνία, μὴ ἐγγίσητέ μοι ἕνεκεν τούτου, ὅτι οὕτως ἔσται ἡ τελείωσίς μου. ἀκούσατέ μου οἱ φωτισθέντες ἐν κυρίῳ, ὅτι ἦλθον εἰς τὴν πόλιν ταύτην οὐκ ἐμπορείαν τινὰ ποιήσασθαι, οὐκ ἄλλην τινὰ πρᾶξιν, ἐκληρώθην δὲ ἐξελθεῖν ἐκ τοῦ σώματός μου εἰς τὴν πόλιν ταύτην ἐν ᾧ ὁρᾶτέ με σχήματι. μὴ οὖν λυπηθῆτε ὅτι κρέμαμαι οὕτως· τὸν γὰρ τύπον φέρω τοῦ πρώτου ἀνθρώπου κατὰ κεφαλῆς ἐνεχθέντος ἐπὶ τῆς γῆς καὶ πάλιν διὰ τοῦ ξύλου τοῦ σταυροῦ ζωοποιηθέντος ἐκ τοῦ θανάτου τῆς παραβάσεως. καὶ νῦν ἀποπληρῶ τὸ προσταχθέν μοι· εἶπεν γάρ μοι ὁ κύριος· Ἐὰν μὴ ποιήσητε ὑμῶν τὰ κάτω εἰς τὰ ἄνω, καὶ τὰ ἀριστερὰ εἰς τὰ δεξιά, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν μου. Μὴ οὖν ὁμοιωθῆτε τῷ ἀντιπαρηλλαγμένῳ τόπῳ, ὅτι πᾶς κόσμος ἐνήλλακται, καὶ πᾶσα ψυχὴ ἀναστρεφομένη ἐν σώματι γίνεται ἐν λήθῃ τῶν ἐπουρανίων. ἡμεῖς δὲ ἔχοντες τὴν τῶν ἐπουρανίων δόξαν μὴ ζητήσωμεν τὸ ἐκτός, ὅπερ ἐστὶν τὸ σῶμα καὶ ὁ οἶκος τῆς δουλείας. μὴ γίνεσθε ἄπιστοι ἀλλὰ πιστοί· καὶ ἀφίετε ἀλλήλοις. ἰδοὺ κρέμαμαι ἡμέρας ἕξ, ἔχω δὲ μέμψιν τοῦ ἀληθινοῦ κριτοῦ, ὅτι ὅλως ἀπέδωκα ὑμῖν κακά, καὶ ἔθηκα πρόσκομμα τῇ εὐθύτητί μου. καὶ νῦν ἀνέρχομαι εἰς ὕψος. μὴ γίνεσθε στυγνοί, ἀλλὰ μᾶλλον χάρητε ὅτι καταλιμπάνω τὸ κατοικητήριον τοῦτο τὸ σῶμά μου, ἐκφυγὼν τὴν φθορὰν τοῦ δράκοντος τοῦ κολάζοντος πᾶσαν ψυχὴν τὴν ἐν ἁμαρτίαις οὖσαν.