Ancient Greek · ~3 min
Edition urn:cts:greekLit:tlg2948.tlg001.1st1K-grc1
Acta Philippi, Πράξεις τοῦ ἁγίου καὶ πανευφήμου ἀποστόλου Φιλίππου 1.141
Not analysed yet
(35) Καὶ περιβλεψάμενος ὁ Φίλιππος κύκλῳ τοὺς ὄχλους εἶπεν· Ὦ ὑμεῖς οἱ ἀνελθόντες ἐκ νεκρῶν ἀπὸ τοῦ ᾅδον καὶ τῆς καταποντίσεως τῆς ἀβύσσου, καὶ σταυρὸς φωτεινὸς ἀνήγαγεν ὑμᾶς εἰς τὸ ὕψος διὰ τὴν ἀγαθότητα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος· οὗτος θεὸς ὢν ἄνθρωπος ἐγένετο, σαρκωθεὶς ἐκ τῆς παρθένου Μιαρίας, ἀθάνατος μένων σαρκί, καὶ ἐν τῷ θανάτῳ γενόμενος ἤγειρεν τοὺς νεκρούς, ἐλεήσας τὸ τῶν ἀνθρώπων γένος, ἀνελὼν τὸ κέντρον τῆς ἁμαρτίας· μέγας ἦν καὶ ἐγένετο μικρὸς δι᾽ ἡμᾶς, ἕως οὗ αὐξήσῃ τοὺς μικροὺς καὶ εἰσενέγκῃ εἰς τὸ μέγεθος αὐτοῦ. καὶ αὐτός ἐστιν ὁ ἔχων τὴν γλυκύτητα, καὶ ἐνέπτυσαν αὐτὸν ποτίσαντες αὐτὸν χολήν, ἵνα ποιήσῃ τοὺς πικρανθέντας τῆς γλυκύτητος αὐτοῦ γεύσασθαι. προσκολλήθητε οὖν αὐτῷ καὶ μὴ ἐγκαταλείψητε αὐτόν· αὐτὸς γάρ ἐστιν ἡ ζωὴ ἡμῶν εἰς τοὺς αἰῶνας.