Ancient Greek · ~5 min
Edition urn:cts:greekLit:tlg2948.tlg001.1st1K-grc1
Acta Philippi, Πράξεις τοῦ ἁγίου καὶ πανευφήμου ἀποστόλου Φιλίππου 1.142
Not analysed yet
(36) Ὅτε δὲ ἐπλήρωσεν τὴν ἐπαγγελίαν ταύτην ὁ Φίλιππος, λέγει αὐτοῖς· Λύσατε τὸν Βαρθολομαῖον. Καὶ προσελθόντες ἔλυσαν αὐτόν. ὅτε οὖν ἔλυσαν αὐτόν, λέγει αὐτῷ ὁ Φίλιππος· Βαρθολομαῖε ἀδελφέ μου ἐν κυρίῳ, οἶδας ὅτι ὁ κύριος ἀπέσταλκέν σε σὺν ἐμοὶ εἰς τὴν πόλιν ταύτην, καὶ ἐκοινώνησάς μοι εἰς πάντας τοὺς κινδύνους μετὰ τῆς ἀδελφῆς ἡμῶν Μαριάμνης· ἀλλὰ γίνωσκε ὅτι ἡ ἔξοδος τοῦ σώματός σου ἐτάγη ἐν τῇ Λυκαονίᾳ, καὶ τῇ Μαριάμνῃ ἐκληρώθη ἐξελθεῖν ἀπὸ τοῦ σώματος εἰς τὸν Ἰορδάνην ποταμόν. νῦν οὖν ἐντέλλομαι ὑμῖν ὅτι ὅτε ἐξέλθω ἀπὸ τοῦ σώματός μου οἰκοδομήσατε εἰς τὸν τόπον τοῦτον ἐκκλησίαν ἐν ᾧ ἐξέλθω ἀπὸ τοῦ σώματος. καὶ τὸν λεόπαρδον καὶ τὸν ἔριφον τῶν αἰγῶν ἐάσατε εἰς τὴν ἐκκλησίαν εἰς σημεῖον τῶν πιστευόντων, καὶ ἡ Νικανόρα δὲ προνοείσθω αὐτῶν ἕως ἂν ἐξέλθωσιν ἀπὸ τοῦ σώματος· καὶ ὅταν ἐξέλθωσιν, θάψατε αὐτὰ πρὸς τὸν πυλῶνα τῆς ἐκκλησίας. καὶ τὴν εἰρήνην ὑμῶν θέσθε ἐν τῇ οἰκίᾳ τοῦ Στάχυος, ὥσπερ ὁ κύριος ἔθηκεν τὴν ἑαυτοῦ εἰρήνην ἐν τῇ πόλει ταύτῃ. ἔστωσαν δὲ ἐν τῇ οἰκίᾳ ἐκείνᾳ πᾶσαι αἱ παρθένοι αἱ πιστεύουσαι καθ᾽ ἑκάστην ἡμέραν ἐπισκέπτουσαι τοὺς νοσοῦντας, βαδίζουσαι ἀνὰ δύο δύο· ἀλλὰ μὴ ὁμιλείτωσαν μετὰ νεανίσκων, ἵνα μὴ πειράσῃ αὐτὰς ὁ Σατανᾶς· ὄφις γάρ ἐστιν ἕρπων, καὶ ἐποίησεν διὰ τῆς Εὔας τὸν Ἀδὰμ ὀλισθῆσαι εἰς θάνατον· μή οὕτως πάλιν ἔσται ἐν τῷ καιρῷ τούτῳ ὥσπερ ἐπὶ τῆς Εὔας.