Ancient Greek · ~4 min
Edition urn:cts:greekLit:tlg2948.tlg001.1st1K-grc1
Acta Philippi, Πράξεις τοῦ ἁγίου καὶ πανευφήμου ἀποστόλου Φιλίππου 1.143
Not analysed yet
(37) σὺ δὲ Bαρθολομαῖε γενοῦ καλὸς δοκιμαστής, καὶ δώσεις τὰς παραγγελίας ταύτας τῷ Στάχυϊ καὶ καταστήσεις αὐτὸν ἐπίσκοπον. μὴ ἐμπιστεύσῃς δὲ τὸν τόπον τῆς ἐπισκοπῆς νεωτέρῳ, ἵνα μὴ καταισχυνθῇ τὸ εὐαγγέλιον τοῦ Χριστοῦ· πᾶς δὲ ὁ διδάσκων ἐχέτω τὰ ἔργα ἴσα τοῖς λόγοις. ἐγὼ δὲ ὑπάγω πρὸς τὸν κύριον· καὶ λάβε τὸ σῶμά μου καὶ ἐνταφίασον αὐτὸ ἐν χάρταις κυριακαῖς, καὶ μὴ ἐπιβάλῃς μοι ὀθόνην λινῆν, ὅτι τὸ σῶμα τοῦ κυρίου ἐν σινδόνι ἐνειλήθη. ἐνταφιάσας μου τὸ σῶμα ἐν ταῖς χάρταις σφίγξον αὐτὸ παπύροις, καὶ χῶσον αὐτὸ ἐν τῇ ἐκκλησίᾳ. καὶ γίνεσθε εὐχόμενοι ὑπὲρ ἐμοῦ ἐπὶ ἡμέρας τεσσαράκοντα ἵνα ἀφῇ μοι ὁ κύριος τὴν παράβασιν ἢν παρέβην ἀποδώσας τοῖς κακοποιήσασίν μοι. ἴδε ὦ Βαρθολομαῖε πῶς στάζει τὸ αἷμά μου ἐπὶ τῆς γῆς· φυτὸν ἀνατελεῖ ἀπὸ τοῦ αἵματός μου, καὶ γενήσεται ἄμπελος καὶ ποιήσει καρπὸν σταφυλῆς. καὶ λαβόντες τὸν βότρυν ἀποθλίψατε αὐτὸν εἰς τὸ ποτήριον· καὶ μεταλαβόντες εἰς τὴν τρίτην ἡμέραν ἀναπέμψατε εἰς ὕψος τὸ ἀμήν, ἵνα γένηται τελεία προσφορά.