Ancient Greek · ~5 min
Edition urn:cts:greekLit:tlg2948.tlg001.1st1K-grc1
Acta Philippi, Πράξεις τοῦ ἁγίου καὶ πανευφήμου ἀποστόλου Φιλίππου 1.144
Not analysed yet
(38) Καὶ εἰπὼν ταῦτα ὁ Φίλιππος ηὔξατο οὕτως· Κύριε Ἰησοῦ Χριστέ, ὁ πατὴρ τῶν αἰώνων, βασιλεῦ τοῦ φωτός, ὁ σοφίσας ἡμᾶς ἐν τῇ σοφίᾳ σου καὶ δοὺς ἡμῖν τὴν σὴν σύνεσιν, ἐχαρίσω δὲ ἡμῖν τὴν βουλὴν τῆς ἀγαθότητός σου, ὁ μηδέποτε χωρισθεὶς ἡμῖν, σὺ εἶ ὁ αἴρων τὴν νόσον τῶν καταφευγόντων εἰς σέ· σὺ εἶ ὁ δεδωκὼς ἡμῖν τὴν σὴν παρρησίαν τῆς σοφίας, ὁ δεδωκὼς ἡμῖν σημεῖα καὶ τέρατα καὶ ἐπιστρέψας τοὺς πλανηθέντας, ὁ στεφανῶν τοὺς νικῶντας τὸν ἀντίπαλον, ὁ καλὸς ἀγωνοθέτης· ἐλθὲ νῦν Ἰησοῦ καὶ δός μοι τὸν στέφανον τῆς νίκης αἰώνιον κατὰ πάσης ἐναντίας ἀρχῆς καὶ ἐξουσίας, καὶ μὴ καλυψάτω με ὁ σκοτεινὸς αὐτῶν ἀήρ, ὅπως διαπεράσω τὰ τοῦ πυρὸς ὕδατα καὶ πᾶσαν τὴν ἄβυσσον. κύριέ μου Ἰησοῦ Χριστέ, μὴ σχῇ χώραν ὁ ἐχθρὸς κατηγορῆσαί μου ἐπὶ τοῦ βήματός σου, ἀλλ᾽ ἔνδυσόν με τὴν ἔνδοξόν σου στολήν, τὴν φωτεινήν σου σφραγῖδα τὴν πάντοτε λάμπουσαν, ἕως ἂν παρέλθω πάντας τοὺς κοσμοκράτορας καὶ τὸν πονηρὸν δράκοντα τὸν ἀντικείμενον ἡμῖν. νῦν οὖν κύριέ μου Ἰησοῦ Χριστὲ ποίησόν μοι ἀπαντῆσαί σοι ἐν τῷ ἀέρι, χαρισάμενός μοι τὴν ἀνταπόδοσιν ἣν ἀνταπέδωκα τοῖς ἐχθροῖς μου· καὶ μεταμόρφωσον τὴν μορφὴν τοῦ σώματός μου ἐν ἀγγελικῇ δόξῃ· καὶ ἀνάπαυσόν με ἐν τῇ μακαριότητί σου, καὶ λήψομαι τὸ παρὰ σοῦ ἐπάγγελμα ὃ ἐπηγγείλω τοῖς ἀγίοις σου εἰς τοὺς αἰῶνας. ἀμήν.