Ancient Greek · ~2 min
1.145 to 1.146
Acta Philippi, Πράξεις τοῦ ἁγίου καὶ πανευφήμου ἀποστόλου Φιλίππου 1.145-146
Not analysed yet
(39) Καὶ ταῦτα εἰπὼν ὁ Φίλιππος παρέδωκεν τὸ πνεῦμα, πάντων τῶν ὄχλων βλεπόντων εἰς αὐτὸν καὶ κλαιόντων καὶ λεγόντων· Ἐπληρώθη ἐν εἰρήνῃ ὁ βίος τούτου τοῦ πνεύματος. Καὶ ἔλεγον τὸ ἀμήν. (40) Ὁ δὲ Βαρθολομαῖος καὶ ἡ Μαριάμνη καθεῖλαν τὸ σῶμα αὐτοῦ καὶ ἐποίησαν καθ᾽ ἃ ἐνετείλατο αὐτοῖς ὁ Φίλιππος, καὶ ἔθαψαν αὐτὸν ἐν ἐκείνῳ τῷ τόπῳ. φωνὴ δὲ εὐθέως ἐκ τῶν οὐρανῶν ἐγένετο· Φίλιππος ὁ ἀπόστολος ἐστεφάνωται τὸν τῆς ἀφθαρσίας στέφανον ὑπὸ τοῦ ἀγωνοθέτου Ἰησοῦ Χριστοῦ. Καὶ πάντες ἔκραξαν τὸ ἀμήν.