Ancient Greek · ~4 min
Edition urn:cts:greekLit:tlg2948.tlg001.1st1K-grc1
Acta Philippi, Πράξεις τοῦ ἁγίου καὶ πανευφήμου ἀποστόλου Φιλίππου 1.77
Not analysed yet
(14) Ὁ δὲ Φίλιππος μειδιάσας εἶπεν πρὸς τὸν Ἁρίσταρχον· Εἰ θέλεις, εἰπὲ πρῶτος. Τότε ὁ Ἀρίσταρχος λέγει τῷ Φιλίππῳ· Λαμβάνεις τὰς προφητικὰς γραφὰς ἢ οὒ; Καὶ ὁ Φίλιππος· Διὰ τὴν ἀπιστίαν ὑμῶν χρεία προφητῶν. Καί φησιν ὁ Ἰουδαῖος· Ἀγνοεῖς Φίλιππε ὅτι γέγραπται· Τίς ἐξηγήσεται τὰς ἀρετάς σου ὁ θεός; Καὶ ὅτι Οὐδείς ποτε δύναται γνῶναι τὴν δόξαν σου; Καὶ ὅτι Ἡ δόξα σου ἐπλήρωσε τὴν γῆν; Καὶ ὅτι Κύριος κριτὴς ζώντων καὶ νεκρῶν; Καὶ ὅτι Ὁ θεός φησι πῦρ καταναλίσκον καὶ φλογιεῖ κύκλῳ τοὺς ἐχθροὺς αὐτοῦ; Καὶ ὅτι Εἷς θεὸς ἐποίησε ταῦτα πάντας; Πῶς οὖν λέγεις Φίλιππε ὅτι ἀφθάρτως ἐγέννησεν ἡ Μαρία τὸν Ἰησοῦν, καὶ ἔστι θεός; καὶ πῶς ἐσταυρώθη, καὶ πῶς ἀγωνίζῃ σὺ περὶ αὐτοῦ, εἰ θεός; ἀλλὰ πάντως ἐλέγξεις με ὅτι οὗτός ἐστι δύναμις θεοῦ καὶ θεοῦ σοφία, ὃς συμπαρῆν τῷ θεῷ ὅτε καὶ τὸν κόσμον ἐποίησε. τοῦτο γὰρ οὐκ ἀρνοῦμαι, ὡς εἶπεν ἡ πρώτη γραφή· Ποιήσωμεν ἄνθρωπον κατ᾽ εἰκόνα ἡμετέραν καὶ καθ᾽ ὁμοίωσιν· ἐὰν γὰρ αὐτὰ σιωπήσω, ἐλέγξεις με.