Ancient Greek · ~4 min
Edition urn:cts:greekLit:tlg2948.tlg001.1st1K-grc1
Acta Philippi, Πράξεις τοῦ ἁγίου καὶ πανευφήμου ἀποστόλου Φιλίππου 1.88
Not analysed yet
(2) Ὁ δὲ Ἴρεος εἶπεν τῷ Φιλίππῳ· Ποῦ θέλεις οἰκοδομήσωμεν συναγωγὴν καὶ ἐπισκοπεῖον ἐπὶ τῷ ὀνόματι τοῦ Χριστοῦ; Ὁ δὲ ἀπόστολός φησι· Ἐν ᾧ αὐτὸς οἶδας τέκνον· μόνον ἐκ τῶν σῶν ὑπαρχόντων καὶ μὴ ἐξ ἀδικίας. Λέγει ὁ Νηρεὺς ὁ τοῦ ἐγηγερμένου πατήρ· Καταξιώσατε ἐμὲ μᾶλλον οἰκοδομῆσαι. Καὶ ἦν χαρὰ μεγάλη, καὶ οὐκ ἡδύνατο χωρεῖν ἡ οἰκία τοὺς εἰσερχομένους ὄχλους. καὶ ἐξελθὼν ὁ Ἴρεος καὶ Νηρεὺς ἐκ τῆς οἰκίας συνεβουλεύσαντο μετ᾽ ἀλλήλων περὶ τῆς οἰκοδομῆς, καὶ λέγουσι· Βάλωμεν κλήρους περὶ τοῦ τόπου ἐν ᾧ οἰκοδομήσωμεν, εἴτε ἐν τῷ σῷ τόπῳ, εἴτε ἐν τῷ ἐμῷ. Ὁ δὲ Ἴρεος ἔφη· Ἀγαθώτατε Νηρεῦ, εἰ θέλεις ἐν τῷ σῷ τόπῳ γενέσθαι τὴν οἰκοδομήν, οὐ λυπῶ σε· μόνον τὸ θέλημα τοῦ θεοῦ γινέσθω. Καὶ χρηματισθέντες καθ᾽ ὃν ἔδει τρόπον οἰκοδομῆσαι, ἀνάλωσαν πολὺ χρυσίον οἱ δύο, καὶ τὸ πλῆθος τῶν ἀδελφῶν ἔχαιρεν ἐν τῇ σπουδῇ τῆς οἰκοδομῆς.