Ancient Greek · ~1 min
Edition urn:cts:greekLit:tlg2948.tlg001.1st1K-grc1
Acta Philippi, Πράξεις τοῦ ἁγίου καὶ πανευφήμου ἀποστόλου Φιλίππου 1.89
Not analysed yet
(3) Μόνοι δὲ οἱ Ἰουδαῖοι ἦσαν ζηλοῦντες, ἔλεγον δὲ εἰς ἑαυτοὺς ὅτι Οὐδεμίαν πρόφασιν ἔχομεν τοῦ κωλῦσαι αὐτοὺς διὰ τὰ θαυμάσια τοῦ Φιλίππου· ἀλλ᾽ ἀποστῶμεν, μή τι κακὸν πάθωμεν ὑπ᾽ αὐτοῦ, ὡς καὶ ὁ Ἀρίσταρχος ἐπλήγη, καὶ δεηθέντων ἡμῶν ἰάσατο αὐτόν. ἀναχωρήσωμεν οὖν ἀπ᾽ αὐτῶν· δόξα γὰρ θεοῦ ἐστιν ἀληθῶς ἐπ᾽ αὐτούς.