Ancient Greek · ~2 min
Edition urn:cts:greekLit:tlg2948.tlg001.1st1K-grc1
Acta Philippi, Πράξεις τοῦ ἁγίου καὶ πανευφήμου ἀποστόλου Φιλίππου 1.96
Not analysed yet
(3) Ταῦτα ἀκούσας ὁ Φίλιππος καὶ Βαρθολομαῖος καὶ Μαριάμνη, ἀσπασάμενοι τὴν δεξιὰν τοῦ σωτῆρος, ἐπορεύοντο εἰς τὴν χώραν τῶν Ὀφιανῶν. ὡς δὲ ἀνέβησαν εἰς τὴν ἔρημον τῶν δρακαινῶν, ὡς ἧσαν ἐκεῖ βαδίζοντες, ἰδοὺ μέγας λεόπαρδος ἐξῆλθεν ἀπὸ τῶν δρυμῶν τῶν ἐν τῷ ὄρει· καὶ ἰδὼν τοὺς ἀποστόλους κυρίου δραμὼν ἔρριψεν ἑαυτὸν ἐπὶ τοὺς πόδας αὐτῶν, καὶ φωνῇ ἀνθρωπίνῃ ἐλάλησε πρὸς αὐτούς· Προσκυνῶ ὑμᾶς ὦ δοῦλοι τοῦ θείου μεγέθους καὶ ἀπόστολοι τοῦ μονογενοῦς υἱοῦ τοῦ θεοῦ, προστάξατέ μοι τελείως λαλεῖν.