Ancient Greek · ~5 min
Edition urn:cts:greekLit:tlg2948.tlg001.1st1K-grc1
Acta Philippi, Πράξεις τοῦ ἁγίου καὶ πανευφήμου ἀποστόλου Φιλίππου 1.97
Not analysed yet
(4) Καὶ ὁ Φίλιππος· Ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ, λάλει. Καὶ ὁ λεόπαρδος ἀναλαβὼν τελείαν ἀνθρωπίνην φωνὴν ἤρξατο λέγειν· Ἄκουέ μου Φίλιππε νυμφαγωγὲ τοῦ θείου λόγου· ἐγένετο ἐν τῇ πρώτῃ νυκτί, παρῆλθον δία τῆς ἀγέλης τῶν αἰγῶν τῶν ἐξ ἐναντίας τοῦ ὄρους τῆς δρακαίνης μητρὸς τῶν ὄφεων, καὶ ἥρπασα ἔριφον· ὡς δὲ εἰσῆλθον εἰς τὸν δρυμὸν φαγεῖν αὐτόν, μετὰ τὸ πλῆξαί με αὐτόν, ἔλαβεν φωνὴν ἀνθρωπίνην καὶ ἔκλαυσεν ὡς παιδίον μικρόν, λέγων μοι· Ὦ λεόπαρδε ἆρον ἀπὸ σοῦ τὴν ἀγρίαν καρδίαν καὶ τὸ θηριῶδες τῆς γνώμης, καὶ περιποίησον αὑτῷ ἡμερότητα· ὅτι οἱ ἀπόστολοι τοῦ θείου μεγέθους παρέρχεσθαι μέλλουσι διὰ τῆς ἐρήμου ταύτης, τελέσαι τελείως τὴν ἐπαγγελίαν τῆς δόξης τοῦ μονογενοῦς υἱοῦ τοῦ θεοῦ. Ἐν τούτοις οὗν τοῖς λόγοις τοῦ ἐρίφου νουθετοῦντός με ἠπόρουν ἐν ἑαυτῷ, καὶ κατὰ μικρὸν ἠλλάγη μου ἡ καρδία, καὶ ἡ ἀγριότης μου ἐστράφη εἰς ἡμερότητα, καὶ ἐφεισάμην τοῦ φαγεῖν αὐτόν. καὶ ὡς ἤμην ἀκροώμενος τῶν λόγων αὐτοῦ, ἐπάρας τοὺς ὀφθαλμούς μου εἶδον ὑμᾶς παρερχομένους, καὶ ἐπέγνων ὅτι δοῦλοί ἐστε τοῦ ἀγαθοῦ θεοῦ. ἰδὼν οὖν ἐγγίζοντας, ἐάσας τὸν ἔριφον, ἦλθον προσκυνῆσαι ὑμᾶς. νῦν οὖν παρακαλῶ σε ἀπόστολε Χριστοῦ Φίλιππε ἵνα δώσῃς μοι ἐξουσίαν κτήσασθαι παρρησίαν, καὶ συμπορευθῶ μετὰ σοῦ εἰς πάντα τόπον ὅπου ἐὰν ἀπέρχῃ, καὶ ἵνα ἀποθῶμαι τὴν θηριώδη φύσιν.