Ancient Greek · ~1 min
Edition urn:cts:greekLit:tlg2948.tlg001.1st1K-grc1
Acta Philippi, Πράξεις τοῦ ἁγίου καὶ πανευφήμου ἀποστόλου Φιλίππου 1.98
Not analysed yet
(5) Ὁ δὲ ἀπόστολος εἶπεν πρὸς τὸν λεόπαρδον· Ποῦ ἐστιν ὁ ἔριφος; Καί φησιν· Ἰδοὺ ἔρριπται ὑπὸ τὴν δρῦν κατέναντι. Λέγει ὁ Φίλιππος τῷ Βαρθολομαίῳ· Ἀπέλθωμεν ὅπως ἴδωμεν τὸν πεπληγμένον ἰαθέντα καὶ θεραπεύοντα τὸν πλήξαντα. Ἐπιτρέψαντος δὲ τοῦ Φιλίππου ὁ λεόπαρδος ὡδήγει τὸν Φίλιππον καὶ τοὺς μετ᾽ αὐτοῦ, καὶ ἤγαγεν αὐτοὺς ὅπου ἦν ὁ ἔριφος κείμενος.