Ancient Greek · ~4 min
Περὶ τῆς γυναικὸς Χαρισίου πρᾶξις θ´.
Acta Thomae, Πράξεις τοῦ ἁγίου ἀποστόλου Θωμᾶ Περὶ τῆς γυναικὸς Χαρισίου πρᾶξις θ´.
Not analysed yet
Ἔτυχεν δὲ γυναῖκά τινα, Χαρισίου τοῦ ἔγγιστα τοῦ βασιλέως, ᾗ ὄνομα Μυγδονία, ἐλθεῖν ἐπὶ τὸ θεάσασθαι καὶ ἰδεῖν ὄνομα νέον καὶ θεὸν νέον καταγγελλόμενον καὶ νέον ἀπόστολον ἐπιδημήσαντα τῇ αὐτῶν χώρᾳ· ἐφέρετο δὲ ὑπὸ τῶν ἰδίων δούλων· καὶ διὰ τὸν πολὺν ὄχλον καὶ τὴν στενοχωρίαν οὐκ ἠδύναντο αὐτὴν εἰσαγαγεῖν πρὸς αὐτόν. ἔπεμψεν δὲ πρὸς τὸν ἴδιον ἄνδρα ἵνα πέμψῃ αὐτῇ πλείονας τοὺς αὐτῇ ἐξυπηρετουμένους· ἦλθον δὲ καὶ προσῆλθον αὐτῇ θλίβοντες καὶδέροντες τοὺς ἀνθρώπους. ἰδὼν δὲ ὁ ἀπόστολος εἶπεν αὐτοῖς· Τίνος ἕνεκεν καταστρέφετε τοὺς ἐρχομένους ἀκοῦσαι τὸν λόγον, οἳ καὶ προθυμίαν ἔχουσιν; ὑμεῖς δὲ βούλεσθε παρ᾽ ἐμοὶ μὲν εἶναι, πόρρω τυγχάνοντες· καθὼς εἴρηται ἐπὶ τοῦ ὄχλου τοῦ ἐρχομένου πρὸς τὸν κύριον, ὅτι Ὀφθαλμοὺς μὲν ἔχοντες οὐ βλέπετε, καὶ ὦτα ἔχοντες οὐκ ἀκούετε. Καὶ ἔλεγεν πρὸς τοὺς ὄχλους· Ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω · Καί· Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς.