Ancient Greek · ~4 min
Section 83
Acta Thomae, Πράξεις τοῦ ἁγίου ἀποστόλου Θωμᾶ 83
Not analysed yet
Ἀπιδὼν δὲ πρὸς τοὺς βαστάζοντας αὐτὴν εἶπεν αὐτοῖς· Οὗτος ὁ μακαρισμὸς καὶ ἡ παραίνεσις ὁ ἐκείνοις ἐπαγγελθεὶς ὑμῖν περὶ ὑμῶν εἴρηται, οἵτινες αὐτοῖς ἐστιν τοῖς ἐπιφορτισμένοις νῦν. ὑμεῖς ἐστε οἱ τὰ δυσβάστακτα φορτία βαστάζοντες καὶ αὐτῆς κελεύσει, παραφερόμενοι· καὶ ἀνθρώποις ὑμῖν οὖσιν ὡσπερ τοῖς ἀλόγοις ζῴοις ἐπιτιθέασιν ὑμῖν φόρτους, τοῦτο νομίζοντες οἱ τὴν ἐξουσίαν καθ᾽ ὑμῶν ἔχοντες ὅτι οὐκ ἐστὲ ἄνθρωποι οἷοι καὶ αὐτοί εἰσιν, εἴτε δοῦλοι εἴτε ἐλεύθεροι· οὔτε γὰρ τοὺς πλουσίους ἡ κτῆσις ὀφειλήσει τι, οὔτε τοὺς πένητας ἡ πενία ῥύσεται ἀπὸ τῆς δίκης· οὔτε εἰλήφαμεν ἐντολὴν ἣν οὐ δυνάμεθα ποιῆσαι· οὔτε φορτία δυσβάστακτα ἡμῖν ἐπέθηκεν ἃ οὐ δυνάμεθα βαστάσαι· οὔτε οἰκοδομὴν τοιαύτην ἣν οἱ ἄνθρωποι κτίζουσιν· οὔτε λίθους λατομῆσαι καὶ οἴκους κατασκευάσαι ὡς οἱ τεχνῖται ὑμῶν διὰ τῆς ἰδίας ἐπιστήμης ποιοῦσιν. ταύτην δὲ τὴν ἐντολὴν εἰλήφαμεν παρὰ τοῦ κυρίου ἵνα ὃ οὐκ ἀρέσκει ἡμῖν ὑπὸ ἄλλου γινόμενον τοῦτο ἄλλῳ τινὶ μὴ ποιοῦμεν.