Ancient Greek
Section 81
Acta Thomae, Πράξεις τοῦ ἁγίου ἀποστόλου Θωμᾶ 81
Not analysed yet
Ταῦτα εἰπὼν ὁ ἀπόστολος ἐπέστη ταῖς γυναιξὶ λέγων· Κύριέ μου καὶ θεέ μου, οὐ διαιροῦμαι ἀπὸ σοῦ οὐδὲ ἀπιστῶν ἐπικαλοῦμαί σε, πάντοτε ὄντα ἡμῶν βοηθὸν καὶ ἐπίκουρον καὶ ἐπανορθωτήν· ὁ τὴν ἑαυτοῦ δύναμιν ἐμπνέων ἡμῖν καὶ παραθαρσύνων ἡμᾶς καὶ παρέχων παρρησίαν ἐν ἀγάπῃ τοῖς ἰδίοις σου δούλοις· δέομαί σου, ἰαθεῖσαι αἱ ψυχαὶ ἀναστήτωσαν καὶ γενέσθωσαν οἷαι ἦσαν πρὸ τοῦ πληγῆναι ὑπὸ τῶν δαιμόνων. Ταῦτα δὲ αὐτοῦ εἰπόντος στραφεῖσαι αἱ γυναῖκες ἐκαθέσθησαν. καὶ παρεκελεύσατο τῷ στρατηλάτῃ ὁ ἀπόστολος ἵνα οἱ τούτου θεράποντες λαβόντες αὐτὰς εἰσαγάγωσιν. αὐτῶν δὲ εἰσελθόντων εἶπεν τοῖς ὀνάγροις ὁ ἀπόστολος· Ἀκολουθήσατέ μοι. Καὶ εἰπόντος αὐτοὶ ἕως ἔξω τῶν πυλῶν· ἐξελθόντων δὲ αὐτῶν εἶπεν αὐτοῖς· Ἀπέλθετε μετ᾽ εἰρήνης ἐπὶ τὰς νομὰς ὑμῶν. Ἀπῄεσαν οὖν οἱ ὄναγροι προθύμως· ἑστὼς δὲ ὁ ἀπόστολος προσεῖχεν αὐτοῖς ἵνα μὴ ὑπό τινος ἀδικηθῶσιν, ἕως ὅτε πόρρω γενόμενοι ἀφανεῖς ἐγένοντο· ὑπέστρεψεν δὲ ὁ ἀπόστολος σὺν τῷ ὄχλῳ εἰς τὴν οἰκίαν τοῦ στρατηλάτου.