Ancient Greek · ~7 min
Πρᾶξις δ´ περὶ τοῦ πώλου.
Acta Thomae, Πράξεις τοῦ ἁγίου ἀποστόλου Θωμᾶ Πρᾶξις δ´ περὶ τοῦ πώλου.
Not analysed yet
Τοῦ δὲ ἀποστόλου ἔτι ἑστῶτος ἐν τῇ λεωφόρῳ καὶ διαλεγομένου τῷ πλήθει πῶλος ὀνάδος ἦλθεν καὶ ἔστη ἔμμένη προσθεν αὐτοῦ, καὶ ἀνοίξας τὸ στόμα αὐτοῦ εἶπεν· Ὁ δίδυμος τοῦ Χριστοῦ, ὁ ἀπόστολος τοῦ ὑψίστου καὶ συμμύστης τοῦ λόγου τοῦ Χριστοῦ τοῦ ἀποκρύφου, ὁ δεχόμενος αὐτοῦ τὰ ἀπόκρυφα λόγια, ὁ συνεργὸς τοῦ υἱοῦ τοῦ θεοῦ, ὃς ἐλεύθερος ὢν γέγονας δοῦλος καὶ πραθεὶς πολλοὺς εἰς ἐλευθερίαν εἰσήγαγες· ὁ συγγενὴς τοῦ μεγάλου γένους τοῦ τὸν ἐχθρὸν καταδικάσαντος καὶ τοὺς ἰδίους λυτρωσαμένου, ὁ πρόφασις τῆς ζωῆς πολλοῖς γενόμενος ἐν τῇ χώρᾳ τῶν Ἰνδῶν· ἦλθες γὰρ πρὸς τοὺς πλανωμένους ἀνθρώπους, καὶ διὰ τῆς σῆς ἐπιφανείας καὶ τῶν λόγων σου τῶν θεϊκῶν νῦν ἐπιστρέφονται πρὸς τὸν ἀποστείλαντά σε θεὸν τῆς ἀληθείας· ἀνελθὼν ἐπικαθέσθητί μοι καὶ ἀναπάηθι ἕως ἂν εἰς τὴν πόλιν εἰσέλθῃς. Καὶ ἀποκριθεὶς ὁ ἀπόστολος εἶπεν· Ὠ Ἰησοῦ Χριστὲ νοερὲ τῆςεὐσπλαγχνίας τῆς τελείας· ὡ ἡ ἡσυχία καὶ ἡ ἠρεμία, καὶ ἐν τοῖς ἀλόγοις ζῴδοις νῦν λαλούμενε· ὦ ἀπόκρυφε ἀνάπαυσις καὶ διὰ τῆς ἐνεργείας φανερούμενε σωτὴρ ἡμῶν καὶ τροφεῦ, διαφυλάσσων ἡμᾶς καὶ ἀναπαύων ἐν σώμασιν ἀλλοτρίοις· ὁ σωτὴρ τῶν ἡμετέρων ψυχῶν· ἡ βρύσις ἡ γλυκεῖα καὶ ἄληκτος, ἡ πηγὴ ἡ εὐκατάστατος καὶ καθαρὰ καὶ μηδέποτε θολουμένη· ὁ ἐπαμύντωρ καὶ βοηθὸς ἐν ἀγῶνι τῶν ἰδίων δούλων, ὁ τὸν ἐχθρὸν ἀποστρέφων καὶ ἀποσοβῶν ἀφ᾽ ἡμῶν, ὁ εἰς πτολλοὺς ἀγῶνας ὑπὲρ ἡμῶν ἀγωνιζόμενος καὶ νικᾶν ποιῶν ἡμᾶς ἐν πᾶσι· ὁ ἀληθὴς ἀθλητὴς ἡμῶν καὶ ἀήττητος· ὁ στρατηλάτης ἡμῶν ὁ ἅγιος καὶ νικηφόρος· ὁ ἔνδοξος καὶ χαρὰν παρέχων τοῖς ἰδίοις τὴν μηδέποτε παρερχομένην, καὶ ἄνεσιν τὴν μηδ᾽ ὅλως θλῖψιν ἔχουσαν· ὁ ἀγαθὸς ποιμὴν ὁ ἑαυτὸν ἐκδοὺς ὑπὲρ τῶν ἰδίων προβάτων καὶ τὸν λύκον νικήσας καὶ λυτρωσάμενος τοὺς ἰδίους ἄρνας καὶ εἰς νομὴν ἀγαθὴν ἀγαγών· δοξάζομεν καὶ ὑμνοῦμεν σὲ καὶ τὸν ἀόρατόν σου πατέρα καὶ τὸ ἅγιόν σου πνεῦμα καὶ τὴν μητέρα πασῶν κτίσεων.