Ancient Greek · ~5 min
Section 40
Acta Thomae, Πράξεις τοῦ ἁγίου ἀποστόλου Θωμᾶ 40
Not analysed yet
Ταῦτα εἰπόντος τοῦ ἀποστόλου τὸ παρὸν πᾶν πλῆθος εἰς αὐτὸν ἀπέβλεπεν προσδοκῶν κατακοῦσαι τί ἀποκρίνεται τῷ πώλῳ. πολλὴν δὲ ὥραν σταθεὶς ὁ ἀπόστολος ἔκπληκτος ὥσπερ γεγονὼς καὶ εἰς τὸν οὐρανὸν ἀπιδὼν εἶπεν τῷ πώλῳ· Τίνος εἶ καὶ τίνος ὑπάρχεις; ἔκπληκτα γάρ εἰσι τὰ διὰ τοῦ στόματόςσου ἐκφανθέντα καὶ παράδοξα ἅτινα ἀπόκρυφα τοῖς πολλοῖς ὑπάρχει. Ὁ δὲ πῶλος ἀποκριθεὶς εἶπεν· Τῆς γενεᾶς εἰμι ἐκείνης τῆς ἐξυπηρετησαμένης τῷ Βαλαάμ, ἧς καὶ ὁ κύριός σου καὶ διδάσκαλός σου εἰς τὸν καθήκοντά μοι κατὰ γένος ἐκάθισεν. κἀγὼ νῦν ἀπεστάλην σὲ ἀναπαῦσαι καθεσθέντα ἐπάνω μου· καὶ λάβω πίστιν, καὶ προστεθῇ μοι ἡ μερὶς ἐκείνη ἣν νῦν μέλλω κτᾶσθαι διὰ τῆς σῆς ὑπηρεσίας ἧς ἐξυπηρετησάμην σοι· καὶ ὅταν σοι διακονήσω, ἐξ ἐμοῦ λαμβάνεται. Εἶπεν δὲ αὐτῷ ὁ ἀπόστολος· Δυνατός ἐστιν ἐκεῖνος ὁ τὴν δωρεάν σοι ταύτην χαρισάμενος ἵνα ἕως τέλους πληρωθῇ ἐν σοὶ καὶ τοῖς κατὰ γένος σοι διαφέρουσιν· τούτου γὰρ τοῦ μυστηρίου ἐγὼ ἀσθενὴς καὶ ἄτονος ὑπάρχω. Καὶ οὐκ ἐβούλετο ἐπικαθεσθῆναι αὐτῷ. ὁ δὲ πῶλος ἐδέετο καὶ ἱκέτευεν αὐτὸν ἵνα εὐλογηθῇ ὑπ᾽ αὐτοῦ ἐπορκούμενος αὐτῷ. Τότε ἀνελθὼν ὁ ἀπόστολος ἐκαθέσθη. καὶ εἵποντο σὺν αὐτῷ οἳ μὲν προάγοντες αὐτὸν οἳ δὲ ἀκολουθοῦντες· ἔτρεχον δὲ πάντες βουλόμενοι ἰδεῖν τὸ πέρας καὶ πῶς τὸν πῶλον ἀπολύει.