Ancient Greek · ~3 min
Section 38
Acta Thomae, Πράξεις τοῦ ἁγίου ἀποστόλου Θωμᾶ 38
Not analysed yet
Τότε τὸ πλῆθος τῶν συναχθέντων ἀκοῦον ταῦτα ἐδάκρυεν καὶ ἔλεγεν τῷ ἀποστόλῳ· Ἄνθρωπε τοῦ θεοῦ, ὃν σὺ κηρύσσεις θεὸν ἡμεῖς οὐ τολμῶμεν λέγειν ὅτι αὐτοῦ ἐσμεν, ὅτι τὰ ἔργα ἡμῶν ἃ διεπραξάμεθα ἀλλότρια αὐτοῦ ἐστιν, μὴ ἀρέσκοντα αὐτῷ· εἰ δὲ σπλαγχνίζεται ἐφ᾽ ἡμᾶς καὶ ἐλεεῖ ἡμᾶς καὶ ῥύεται παριδὼν τὰς προτέρας ἡμῶν πράξεις, καὶ ἀπὸ τῶνκακῶν ὧν διεπραξάμεθα ἐν πλάνῃ ὄντες ἐλευθεροῖ ἡμᾶς, καὶ οὐχ ὑπολογίζεται ἡμῖν οὐδὲ ὑπόμνησιν ἡμῶν ποιεῖται τῶν προτέρων ἁμαρτημάτων, γινόμεθα αὐτοῦ θεράποντες, καὶ τὸ θέλημα αὐτοῦ εἰς τέλος ἄξομεν. Ὁ δὲ ἀπόστολος αὐτοῖς ἀπεκρίνατο λέγων· Οὐ καταψηφίζεται ὑμῶν οὐδὲ λογίζεται ὑμῖν τὰς ἁμαρτίας ἃς ἐν πλάνῃ ὄντες διεπράξασθε, ἀλλὰ παραβλέπει ὑμῶν τὰ παραπτώματα ἃ κατὰ ἀγνωσίαν ἦτε πεποιηκότες.