Ancient Greek · ~4 min
Πρᾶξις ε´ περὶ τοῦ δαίμονος τοῦ ἐνοικήσαντος εἰς τὴν γυναῖκα.
Acta Thomae, Πράξεις τοῦ ἁγίου ἀποστόλου Θωμᾶ Πρᾶξις ε´ περὶ τοῦ δαίμονος τοῦ ἐνοικήσαντος εἰς τὴν γυναῖκα.
Not analysed yet
(39) Εἰσῆλθεν δὲ ὁ ἀπόστολος εἰς τὴν πόλιν τοῦ παντὸς ὄχλου ἀκολουθοῦντος αὐτῷ· ἐσκέπτετο δὲ ἀπελθεῖν πρὸς τοὺς γονεῖς τοῦ νεωτέρου ὃν ἐζωοποίησεν θανόντα ὑπὸ τοῦ δράκοντος· πάνυ γὰρ ἐδέοντο αὐτοῦ παραγενέσθαι πρὸς αὐτοὺς καὶ εἰσελθεῖν εἰς τὸν οἶκον αὐτῶν. γυνὴ δέ τις πάνυ ὡραία αἰφνιδίως φωνὴν ἀφῆκε μεγίστην λέγουσα· Ἀπόστολε τοῦ νέου θεοῦ ὁ ἐλθὼν εἰς τὴν Ἰνδίαν, καὶ δοῦλε τοῦ ἁγίου ἐκείνου καὶ μόνου ἀγαθοῦ θεοῦ· διὰ σοῦ γὰρ οὗτος κηρύσσεται ὁ σωτὴρ τῶν ψυχῶν τῶν πρὸς αὐτὸν ἐρχομένων, καὶ διὰ σοῦ ἰατρεύεται τὰ σώματα τῶν ὑπὸ τοῦ ἐχθροῦ κολαζομένων, καὶ σὺ εἶ ὁ γεγονὼς πρόφασις τῆς ζωῆς πάντων τῶν ἐπ᾽ αὐτὸν ἐπιστρεφόντων· κέλευσόν με ἀχθῆναι ἔμπροσθέν σου ἵνα σοι ἀφηγήσωμαι τὰ συμβάντα μοι καὶ τάχα ἐκ σοῦ γένηταί μοι ἐλπίς, καὶ οὗτοι δὲ οἱ παρεστῶτές σοιεὐέλπιδες γένωνται μᾶλλον εἰς τὸν θεὸν ὅν κηρύσσεις. οὐ μικρῶς γὰρ βασανίζομαι ὑπὸ τοῦ ἐναντίου ἤδη χρόνου πενταχρᾶτό ετοῦς ἐνεστῶτος. ὡς γυνὴ ἐκαθεζόμην ἐν ἡσυχίᾳ τὸ πρότερον, καὶ πανταχόθεν με εἰρήνη περιεῖχεν, καὶ οὐδενὸς μέριμναν ἐποιούμην· οὐδὲ γὰρ ἄλλου τινὸς φροντίδα εἶχον.