Ancient Greek · ~6 min
Section 43
Acta Thomae, Πράξεις τοῦ ἁγίου ἀποστόλου Θωμᾶ 43
Not analysed yet
(40) ἔτυχεν δὲ ἐν μιᾷ τῶν ἡμερῶν, ἐξιούσης μου ἀπὸ τοῦ λουτροῦ ἀπήντησέν μοι ὡς ἄνθρωπός τις τεθορυβημένος καὶ ἐντάραχος ὤν· ἡ δὲ τούτου φωνὴ καὶ ἀπόκρισις ἐδόκει μοι εἶναι ἀμυδρὰ καὶ λεπτὴ πάνυ· καὶ εἶπεν στὰς ἄντικρύς μου· Ἐγώ τε καὶ σὺ ἐν μιᾷ ἀγάπῃ ἐσόμεθα, καὶ κοινωνήσωμεν ἀλλήλοις ὡς ἀνὴρ γυναικὶ συμμείγνυται. Κἀγὼ ἀπεκρινάμην αὐτῷ λέγουσα· Τῷ ὁρμαστῷ μου οὐ συνεγενόμην, παραιτουμένη τοῦ μὴ γῆμαι, καὶ σοὶ ὡς ἐν μοιχείᾳ θέλοντί μοι κοινωνῆσαι πῶς ἐμαυτὴν ἐκδώσω; Καὶ εἰποῦσα ταῦτα διῆλθον· τῇ δὲ παιδίσκῃ τῇ σὺν ἐμοὶ οὔσῃ εἶπον· Ἐθεάσω τὸν νέον καὶ τὴν ἀναίδειαν αὐτοῦ, πῶς μὴ αἰδεσθεὶς παρρησίᾳ μοι διελέχθη; Ἣ δὲ εἶπέν μοι· Ἐγὼ πρεσβύτην εἶδον ὁμιλήσαντά σοι. Γενομένης δέ μου ἐν τῇ οἰκίᾳ καὶ δειπνησάσης ἡ ψυχή μου εἰς ὑποψίαν τινὰ ὑπέβαλέν μοι, καὶ μάλιστα ὅτι δυσὶ μορφαῖς ὤφθη μοι· τοῦτο αὐτὸ κατὰ νοῦν ἔχουσα ὕπνωσα. ἐλθὼν ουνἐν τῇ νυκτὶ ἐκείνῃ ἐκοινώνησέν μοι τῇ ῥυπαρᾷ μείξει αὐτοῦ. ἔβλεπον δὲ αὐτὸν καὶ ἡμέρας οὔσης, καὶ ἔφευγον ἀπ᾽ αὐτοῦ· ἐν δὲ τῇ συγγενίδι αὐτοῦ νυκτὶ ἐρχόμενος παρεχρᾶτό μοι. καὶ νῦν ὡς ὁρᾷς με πέντε ἔτη ἔχω ὑπ᾽ αὐτοῦ ἐνοχλουμένη, καὶ οὐκ ἀπέστη ἀπ᾽ ἐμοῦ. ἀλλ᾽ ἐγὼ οἶδα καὶ πέπεισμαι ὅτι καὶ δαίμονες καὶ πνεύματα καὶ ἀλάστορες ὑποτάσσονταί σοι καὶ σύντρομοι γίνονται ἀπὸ τῆς εὐχῆς σου· εὖξαι οὖν ὑπὲρ ἐμοῦ καὶ ἀπέλασον ἀπ᾽ ἐμοῦ τὸν διενοχλοῦντά μοι δαίμονα, γένωμαι κἀγὼ ἐλευθέρα, καὶ συναθροισθῶ εἰς τὴν ἀρχαιόγονόν μου φύσιν, καὶ δέξωμαι τὸ χάρισμα τὸ τοῖς συγγενεῦσί μου δεδωρημένον.